Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.101 Joseph. AJ 10.106 (English) >>Joseph. AJ 10.110

10.104διὸ καὶ προφήτης Ἱερεμίας πρὸς αὐτὸν ἐλθὼν πολλάκις ἐμαρτύρατο κελεύων τὰς μὲν ἄλλας ἀσεβείας καὶ παρανομίας καταλιπεῖν, προνοεῖν δὲ τοῦ δικαίου, καὶ μήτε τοῖς ἡγεμόσι τῷ εἶναι ἐν αὐτοῖς πονηροὺς προσανέχειν μήτε τοῖς ψευδοπροφήταις ἀπατῶσιν αὐτὸν πεπιστευκέναι, ὡς οὐκέτι πολεμήσει τὴν πόλιν Βαβυλώνιος καὶ ὡς Αἰγύπτιοι στρατεύσουσιν ἐπʼ αὐτὸν καὶ νικήσουσι· ταῦτα γὰρ οὐκ ἀληθῆ λέγειν οὐδʼ οὕτως ὀφείλοντα γενέσθαι. 10.105 δὲ Σαχχίας ἐφʼ ὅσον μὲν ἤκουσε τοῦ προφήτου ταῦτα λέγοντος ἐπείθετο αὐτῷ καὶ συνῄδει πᾶσιν ὡς ἀληθεύουσι καὶ συμφέρον αὐτῷ πεπιστευκέναι· διέφθειρον δὲ πάλιν αὐτὸν οἱ φίλοι καὶ διῆγον ἀπὸ τῶν τοῦ προφήτου πρὸς ἅπερ ἤθελον. 10.106προεφήτευσε δὲ καὶ Ἰεζεκίηλος ἐν Βαβυλῶνι τὰς μελλούσας τῷ λαῷ συμφορὰς καὶ γράψας ταῦτα ἔπεμψεν εἰς Ἱεροσόλυμα. ταῖς δὲ προφητείαις αὐτῶν Σαχχίας ἠπίστησεν ἐκ τοιαύτης αἰτίας· τὰ μὲν ἄλλα πάντα συμφωνοῦντα εἰπεῖν συνέβη, ὡς τε πόλις ἁλώσεται καὶ Σαχχίας αὐτὸς αἰχμάλωτος ἔσται, διεφώνησε δὲ Ἰεζεκίηλος εἰπὼν οὐκ ὄψεσθαι Βαβυλῶνα τὸν Σαχχίαν τοῦ Ἱερεμίου φάσκοντος αὐτῷ, ὅτι δεδεμένον αὐτὸν Βαβυλώνιος ἄξει βασιλεύς. 10.107καὶ διὰ τὸ μὴ ταὐτὸν αὐτοὺς ἑκατέρους λέγειν καὶ περὶ ὧν συμφωνεῖν ἐδόκουν ὡς οὐδʼ ἐκεῖνα ἀληθῆ λέγουσι καταγνούς· καίτοι πάντʼ αὐτῷ κατὰ τὰς προφητείας ἀπήντησεν, ἅπερ εὐκαιρότερον δηλώσομεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.101 Joseph. AJ 10.106 (English) >>Joseph. AJ 10.110

Powered by PhiloLogic